[ ] Phokis — Delphi — 150-140 BC
1 [ἄρχο]ντος Εὐδώρου μηνὸς
[Ποιτρ]οπίου, ἀπέδοτο Φίλων
[Ἀρισ]τέα τῶι Ἀπόλλωνι
[τῶι Π]υθίωι σῶμα ὧι ὄνομα
5 [Ζωπυ]ρίων, τιμᾶς μνᾶν δύο,
[καὶ τὰ]ν τιμὰν ἔχει. βεβαιωτὴρ
[κατ]ὰ τοὺς νόμους τᾶς πόλι-
[ος]· Εὐάγγελος Πάτρωνος. πα-
ραμεινάτω δὲ Ζωπυρίων
10 παρὰ Φίλωνα ἕως κα βι-
ώηι Φίλων. μάρτυροι·
ὁ ἱερεὺς Πραξίας,
Ἀνδρόνικος,
τῶν ἀρχόντων
15 Καλλίμαχος· Μένης,
Φίλαγρος, Πεισίθε-
ος Ξένωνος, Βούλων.
Search Help
Contact Us