[ ] Phokis — Delphi — 180 BC
1 [ἄρχο]ντ[ο]ς Ἀνδρονίκου μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσ-
[δε ἀ]πέδοτο Νίκων Τίμωνος Δελφὸς τῶι Ἀπόλλωνι τῶι
[Πυθί]ωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Μάρσις, τιμᾶς ἀργυρίου μνᾶν
[τριῶ]ν, καθὼς ἐπίστευσε Μάρσις τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε
5 [ἐλε]ύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα
[βίον, π]οιέων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βε-
[βαι]ωτὴρ κατὰ τὸν νόμον· Κράτων Νικοδάμου Δελφός.
[μ]άρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ ἄρχοντες
[Δ]αμένης, Κράτων, ἰδιῶται Ἀρχέλαος, Δίων, Θεύξενος
10 Κλεύδαμος Πολυκλείτου.
Search Help
Contact Us