[ ]
Phokis — Delphi — 180 BC
| 1 | [ἄρχο]ντ[ο]ς Ἀνδρονίκου μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσ- |
| [δε ἀ]πέδοτο Νίκων Τίμωνος Δελφὸς τῶι Ἀπόλλωνι τῶι | |
| [Πυθί]ωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Μάρσις, τιμᾶς ἀργυρίου μνᾶν | |
| [τριῶ]ν, καθὼς ἐπίστευσε Μάρσις τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε | |
| 5 | [ἐλε]ύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα |
| [βίον, π]οιέων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βε- | |
| [βαι]ωτὴρ κατὰ τὸν νόμον· Κράτων Νικοδάμου Δελφός. | |
| [μ]άρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ ἄρχοντες | |
| [Δ]αμένης, Κράτων, ἰδιῶται Ἀρχέλαος, Δίων, Θεύξενος | |
| 10 | Κλεύδαμος Πολυκλείτου. |