[ ]
Phokis — Delphi — 180 BC
1 | [ἄρχο]ντ[ο]ς Ἀνδρονίκου μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσ- |
[δε ἀ]πέδοτο Νίκων Τίμωνος Δελφὸς τῶι Ἀπόλλωνι τῶι | |
[Πυθί]ωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Μάρσις, τιμᾶς ἀργυρίου μνᾶν | |
[τριῶ]ν, καθὼς ἐπίστευσε Μάρσις τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε | |
5 | [ἐλε]ύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα |
[βίον, π]οιέων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βε- | |
[βαι]ωτὴρ κατὰ τὸν νόμον· Κράτων Νικοδάμου Δελφός. | |
[μ]άρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ ἄρχοντες | |
[Δ]αμένης, Κράτων, ἰδιῶται Ἀρχέλαος, Δίων, Θεύξενος | |
10 | Κλεύδαμος Πολυκλείτου. |