[ ]
Phokis — Delphi — 189/188 BC
1 | ἄρχοντος Ξένωνος μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδ[ο]το |
Δαμόφαντος Δαμοκράτεος Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
σῶμα γυναικεῖον ἇι ὄνομα Βιβία, καθὼς ἐπίστευσε Βιβία | |
τὰν ὠνὰν τῶι [θ]εῶι, ἐφ’ ὧιτε αὐτὰν ἐλευθέραν εἶμεν. | |
5 | βεβαιωτὴρ κατὸν νόμον· Καλ<λ>ίστρατος Μαντία |
Δελφός. μάρτυρες· οἱ ἱερεῖς Ἄθαμβος, Ξένων | |
καὶ τοὶ ἄρχοντες Κλεύδαμος, Ἀγάθων· Φαῖνις, | |
Δίων, Ἀμύντας, Εὐχαρίδας. |