[ ]
Phokis — Delphi — 184 BC
1 | [σ]τραταγέοντος [Ἀ]λεξάνδρου Καλυδωνίου τὸ τρίτον |
μηνὸς Ἀγυείου, ἐν Δελφοῖς δὲ ἄρχοντος Εὐκράτεος | |
μηνὸς Ἡρακλείου, ἐ[π]ὶ τοῖσδε ἀπέδοτο Μελάντας | |
Ἡρακλειώτας σῶμα ἀνδρεῖον τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
5 | ὧι ὄνομα Παρά[μ]ονος τὸ γένος ἐξ Ἡρακλείας τᾶς ἐκ τοῦ |
Πόντου φάμενον εἶμεν, ἀργυρίου μνᾶν δύο, καθὼς ἐπίστευ- | |
σε Παράμονος τῶι θεῶι τὰν ὠνάν, <ἐφ’ ὧιτε> ἐλεύθερος | |
εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, | |
ποιέων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιω- | |
10 | τῆρες· Ἁβρόμαχος Εὐαγόρα, Σωδαμίδας. μάρτυρες· |
οἱ ἱερεῖς Ξένων, Ἄθαμβος· Δεξικράτης, Ἀμύντας, | |
Ταραντῖνος, Πράοχος, Μνάσων. |