[ ]
Phokis — Delphi — 184 BC
| 1 | [σ]τραταγέοντος [Ἀ]λεξάνδρου Καλυδωνίου τὸ τρίτον |
| μηνὸς Ἀγυείου, ἐν Δελφοῖς δὲ ἄρχοντος Εὐκράτεος | |
| μηνὸς Ἡρακλείου, ἐ[π]ὶ τοῖσδε ἀπέδοτο Μελάντας | |
| Ἡρακλειώτας σῶμα ἀνδρεῖον τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
| 5 | ὧι ὄνομα Παρά[μ]ονος τὸ γένος ἐξ Ἡρακλείας τᾶς ἐκ τοῦ |
| Πόντου φάμενον εἶμεν, ἀργυρίου μνᾶν δύο, καθὼς ἐπίστευ- | |
| σε Παράμονος τῶι θεῶι τὰν ὠνάν, <ἐφ’ ὧιτε> ἐλεύθερος | |
| εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, | |
| ποιέων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιω- | |
| 10 | τῆρες· Ἁβρόμαχος Εὐαγόρα, Σωδαμίδας. μάρτυρες· |
| οἱ ἱερεῖς Ξένων, Ἄθαμβος· Δεξικράτης, Ἀμύντας, | |
| Ταραντῖνος, Πράοχος, Μνάσων. |