[ ] Phokis — Delphi — 184 BC
1 [σ]τραταγέοντος [Ἀ]λεξάνδρου Καλυδωνίου τὸ τρίτον
μηνὸς Ἀγυείου, ἐν Δελφοῖς δὲ ἄρχοντος Εὐκράτεος
μηνὸς Ἡρακλείου, ἐ[π]ὶ τοῖσδε ἀπέδοτο Μελάντας
Ἡρακλειώτας σῶμα ἀνδρεῖον τῶι Ἀπόλλωνι τῶι Πυθίωι
5 ὧι ὄνομα Παρά[μ]ονος τὸ γένος ἐξ Ἡρακλείας τᾶς ἐκ τοῦ
Πόντου φάμενον εἶμεν, ἀργυρίου μνᾶν δύο, καθὼς ἐπίστευ-
σε Παράμονος τῶι θεῶι τὰν ὠνάν, <ἐφ’ ὧιτε> ἐλεύθερος
εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον,
ποιέων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιω-
10 τῆρες· Ἁβρόμαχος Εὐαγόρα, Σωδαμίδας. μάρτυρες·
οἱ ἱερεῖς Ξένων, Ἄθαμβος· Δεξικράτης, Ἀμύντας,
Ταραντῖνος, Πράοχος, Μνάσων.
Search Help
Contact Us