[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Πεισιθέου τοῦ Ξένωνος μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδοτο Δικαία Φίλω-
νος, συνευδοκέοντος καὶ τοῦ ἀνδρὸς Δαμοφάντου καὶ τοῦ υἱοῦ Δαμοκράτεος, τῶι
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Νικαία τὸ γένος οἰκογενῆ, τιμᾶς ἀρ-
γυρίου μνᾶν τριῶν καὶ στατήρων εἴκοσι, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Νι-
5 καία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν αὐτὰν καὶ τὰ ἐξ αὐτᾶς πάντα
καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέουσαν ὅ κα θέληι καὶ ἀ-
ποτρέχουσαν οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀντιγέ-
νης Διοδώρου. εἰ δέ τίς κα ἅπτηται Νικαίας ἢ τῶν ἐκ ταύτας ἐπὶ καταδουλισ-
μῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Δικαία καὶ Δα-
10 [μ]όφαντος καὶ Δαμοκράτης καὶ ὁ βεβαιωτὴρ Ἀντιγένης. εἰ δὲ μὴ παρέχοιν βέ-
βαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ
οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Νικαίαν καὶ τὰ ἐκ ταύτας πάντα
ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ
Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Θεύξενος, Τιμόκριτος· Ἀρ-
15 τεμίδωρος, Θεύδοτος, Ξένων, Ἧρυς, Δαμοκράτης, Καλλίκων, Ἀριστόμαχος, Εὐκράτης Καλλίκωνος, Ἀριστέας, Ἐκέφυλος.
Search Help
Contact Us