[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Εὐδώρου μηνὸς Ἀμαλίου, ἀπέδοτο Τείσιχον Ὀρθα[ίου], |
| συνευδοκέοντος Ἀστοξένου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
| σῶμα γυναικεῖον ἇι ὄνομα Φιλωτὶς ἐνδογενῆ, τιμᾶς ἀργυρίο[υ] | |
| μνᾶν τριῶν ἡμιμναίου, καὶ τὰν τιμὰν ἔχει. βεβαιωτὴρ κατὰ | |
| 5 | τοὺς νόμους τᾶς πόλιος· Ἀριστίων Ἄγωνος. μάρτυροι· οἱ ἱε- |
| ρεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Πραξίας· Μένης ὁ ναοκόρος | |
| καὶ οἱ ἄρχοντες Θρασυκλῆς, Εὐκλῆς, ἰδιῶται Ἀστόξενος, Δη- | |
| μήτριος, Διονύσιος Ἀστοξένου. |