[ ]
Phokis — Delphi — 185 BC
| 1 | στραταγέοντος Πανταλέω[νος μη]νὸς Παν[άμ]ου, ἐν δὲ |
| Δελφοῖς ἄρχοντος Εὐκράτεος [μη]νὸς Βουκατίου, ἐπὶ τοῖσδε | |
| ἀπέδοτο Στράτιος Στρατάγου Α[ἰθανι]εύ[ς], Νέαρχος Ἐριναῖος | |
| σῶμα ἀνδρεῖον ὧι ὄνομα Καλλίδαμος τῶι Ἀπόλλωνι τῶι Πυθίωι, | |
| 5 | τιμᾶς ἀργυρίου μνᾶν πέντε, καθὼς ἐπίστευσε Καλλίδαμος |
| τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ | |
| πάντων τὸν πάντα βίον, ποιέων ὅ κα θέληι καὶ ἀποτρέχων | |
| οἷς κα θέληι. βεβαιωτῆρες [κ]ατὰ τὸν νόμον· Λέων Ἴσιος, Λύκω- | |
| πος Αἰθανιεύς, Δεξικράτης Δελφός. ὁμοίως δὲ καὶ οἱ παρα- | |
| 10 | τ[υ]νχάνοντες κύριοι ἐόντω συλέοντες ὡς ἐλεύθερον |
| ὄντα ἐπὶ τὸν θεὸν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικο[ι] | |
| [π]άσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς | |
| Ξένων, Ἄθαμβος· Ἀρχ[έ]λαος, Εὐ[κρ]άτ[ης], | |
| Σωσίνικος, Πραξίας, Διόδωρος, Καλ[λί]ας, | |
| 15 | Ἁβρόμαχος, Σωτύλος Δελφοί, [Λόχ]αγ[ος], |
| Θωπίας Φυρταῖος. |