[ ]
Phokis — Delphi — ca. 100 BC
1 | ἄρχοντος Ἀγησάνδρου μηνὸς Ἀπόλλωνος, ἀπέδοτο Δ[ά]μω[ν], συνευδοκεόντων καὶ τῶν υἱῶν Σωσιβίου καὶ |
Ἁρμοδάμου, τ[ῶ] Ἀπόλλωνι τῶ Πυθίω σώματα δύο, τὸ μὲν κοράσιον ἇι ὄνομα Εὐρυδίκα, τὸ δὲ ἀνδρεῖον παιδάριον | |
ὧ ὄνομα Νείκαρχος, ἐνδογενεῖς, τειμᾶς ἀργυρίου μν[ᾶ]ν δέκα, ἐπ’ ἐλευθερία, ὥστε ἐλευθέρους εἶμεν Εὐρυδίκαν | |
καὶ Νείκαρχον καὶ ἀνεφάπτους, καθὼς ἐπίστευσαν τῶ θεῶ τὰν ὠνάν. τὰν τειμὰν ἔχει. | |
5 | βεβαιωτήρ· Πασ{σ}[ῖ]νος {²⁶Πασῖνος}²⁶ Θεοτείμου. μάρτυρες· Μενίσκος Πολυξενίδα, Δεξίθεος Πλειστάρ- |
χου, Δ[ω]ρόθεο[ς] Αὐ[τοφ]όνου. τὸ ἀντίγραφον φυλάξοντι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος | |
Ἁγίων, Πυῤ<ῥ>ίας. |