[ ] Phokis — Delphi — 156-151 BC
1 θεὸς τύχαν ἀγαθάν. ἄρχοντος Φιλοκράτεος μηνὸς Ἰλαίου, ἀπέδοτο Ξέ-
νων Φιλοκράτεος, συνευδοκεόντων τῶν ὑῶν Φιλοκράτεος καὶ Πεισιθέου,
τῶι θεῶι σῶμα ἀνδρεῖον ὧι ὄνομα Δρόμων, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν
ὠνάν, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, ἐφ’ ὅτωι ἐλεύθερος εἶμεν. βεβαιωτὴρ κατὰ
5 τὸν νόμον· Δρομοκλείδας Ἁγίωνος. μάρτυροι· οἱ ἱερεὺς Ἀνδρόνικος, οἱ βου-
λευταὶ Ἀριστίων, Ἀστόξενος, ἰδιῶται Μένης, Βάχχιος, Ξενομένης, Ὀρέστα[ς].
Search Help
Contact Us