[ ]
Phokis — Delphi — 156-151 BC
1 | ἄρχοντος Ἥρυος τοῦ Πλείστωνος μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Μαντί- |
ας Κλευδάμου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἀρμένιος, τι- | |
μᾶς ἀργυρίου μνᾶν δύο στατήρων ἑπτά, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ- | |
σε Ἀρμένιος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος ε[ἶ]μεν καὶ ἀνέφαπτος ἀ- | |
5 | πὸ πάντων τὸν πάντα χρόνον, ποιέων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. |
βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλ[ι]ο[ς]· Εὐκλείδας Καλλείδα. εἰ δέ τίς κα ἐφάπτη- | |
ται Ἀρμενίου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν | |
ὅ τε ἀποδόμενος Μαντίας καὶ ὁ βεβαιωτὴρ Εὐκλείδας. εἰ δὲ μὴ παρέχοιεν βέβαι- | |
ον τὰν ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. | |
10 | ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Ἀρ- |
μένιον ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι | |
πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλ- | |
λωνος Ἀμύντας, Ἀνδρόνικος, ἰδιῶται Ἄθαμβος Ἁβρομάχου, | |
Φίλων Ἀριστέα, Εὐκλείδας, Ἀντιχάρης Ἀζαράτου καὶ τῶν | |
15 | ἀρχόντων Εὐκλῆς Καλλιστράτου. |