[ ]
Phokis — Delphi — 156-151 BC
1 | ἄρχοντος ἐν Ἀμφίσσαι Εὐάρχου τοῦ Σωκράτεος μηνὸ[ς] |
Ἀμῶνος, ἐν Δελφοῖς δὲ ἄρχοντος Ἥρυος μηνὸς Ἰλαίου, ἐπὶ | |
τ[ο]ῖσδε ἀπέδοτο Μοσκίων Κλεαινέτου, Κλέων Ἀρίστωνος | |
Ἀμφισσεῖς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον | |
5 | ὧι ὄ[νο]μα Δημήτριος τὸ γένος Φρύγα, τιμᾶς ἀργυρίου μνᾶν |
πέντε, κ[α]ὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Δημή- | |
τριος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ<θε>ρος εἶμεν καὶ ἀνέφαπτος | |
ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέ- | |
λη. βεβαιωτῆρες κατὰ τὸν νόμον <καὶ> κατὰ τὸ σύνβολον· Ξένων Εὐαινέ- | |
10 | του Ἀμφισσ[ε]ύς, Ἀντιχάρης Ἀζαράτου Δελφός. εἰ δέ τίς κα ἅπτηται Δημητρί- |
ου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀ- | |
ποδόμενο[ι] καὶ οἱ βεβαιωτῆρες· εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντων κα- | |
τὰ τὸν ν[ό]μον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες | |
ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ- | |
15 | τυροι· Δαμύλος, Μελίτων, Ἀρίστων, Νικίας, Κλέανδρος, Ἀμύντας, Καλλίμαχος, Πλείσταρ- |
χος Ἀμφι[σ]σεῖς, Ἀντιχάρης Ἀζαράτου, Τιμόκριτος Δελφοί. |