SGDI II 1920
[ ] Phokis — Delphi — 179 BC
1 ἄρχοντος Μαντία μηνὸς Ἰλαίου, ἀπέδοτ[ο]
Ἀρίστα Σωτηρίχου Δελφὶς τοῖ Ἀπόλλωνι τῶι Πυ-
θίω σώματα γυναικεῖα δύο αἷς ὀνόματα Ζωπυρ-
ὶς καὶ Ἀρχεπολίς, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ,
5 καθὼς ἐπίσστευσαν τῶι θεῶι τὰν ὠνάν. βε-
βαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Μνάσων
Ξένωνος. παραμεινάτω δὲ Ζωπυρὶς καὶ Ἀρχε-
πολὶς ἄχρι κα Ἀρίστα ζῆ ποιοῦσαι τὸ ποτιτα[σ]-
σόμενον. ἐπεὶ δέ κα διαλίπη Ἀρίσστα, ἐλεύθερα-
10 ι ἔστωσαν κυριεύουσαι αὐταὶ ἑαυτᾶν, καθὼς
ἐπί<σ>τευσαν τὰν ὠνὰν τῶ θεῶι. βέβαιον δὲ π[αρε]-
χέτω ἅ τε ἀποδομένα τῶ θεῶι καὶ ὁ βεβαιωτήρ· εἰ δέ
κα μὴ παρέχωντι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον
τᾶς πόλιος. μάρτυρες· οἱ ἄρχ[ο]ντες Σωδαμίδας,
15 Ξενέας καὶ προστάτας Ξενόστρατος καὶ ἰδιῶται
Ἀνδρόνεικος, Καλλικλῆς, Ἀμύντας, Ἱεροκλῆς, Σκόπας,
Ἀμφίστρατος, Βούλων.
Search Help
Contact Us