[ ] Phokis — Delphi — 170 BC
1 ἄρχοντος Λαιάδα μηνὸς Ἀπελλαίου, ἀπέσταν καὶ ἀπε-
λύθην Ἱεροκλῆς καὶ <Ἱ>ερόκλεα Ἀγαθαμερίδος τᾶς παραμο-
νᾶς τᾶς παρὰ Ἱεροκλῆ καὶ Ἱερόκλεαν τᾶς ἀναγεγραμ[μέ]-
νας ἐν τῶ ἱερῶ, τᾶς ἔδει παραμεῖναι Ἀγαθαμερίδα παρὰ
5 Ἱεροκλῆ καὶ Ἱερόκληαν ἄχρι κα ζώωντι Ἱεροκλῆς καὶ Ἱε-
ρόκλεα, λαβόντες ἀργυρίου ΜΜΜ {²⁶μνᾶν τριῶν}²⁶. μάρτυρες· Ἀστόξενος,
Ἄθαμβος Ἀθανίωνος, Φίλων Ἀριστέα, Φίλαγρος, Ἀντι-
χάρης, Ὀρθ[αγ]όρας, Δαμάνθης, Φιλοκράτης Ξένωνος.
Search Help
Contact Us