[ ]
Phokis — Delphi — 170 BC
| 1 | ἄρχοντος Λαιάδα μηνὸς Ἀπελλαίου, ἀπέσταν καὶ ἀπε- |
| λύθην Ἱεροκλῆς καὶ <Ἱ>ερόκλεα Ἀγαθαμερίδος τᾶς παραμο- | |
| νᾶς τᾶς παρὰ Ἱεροκλῆ καὶ Ἱερόκλεαν τᾶς ἀναγεγραμ[μέ]- | |
| νας ἐν τῶ ἱερῶ, τᾶς ἔδει παραμεῖναι Ἀγαθαμερίδα παρὰ | |
| 5 | Ἱεροκλῆ καὶ Ἱερόκληαν ἄχρι κα ζώωντι Ἱεροκλῆς καὶ Ἱε- |
| ρόκλεα, λαβόντες ἀργυρίου ΜΜΜ {²⁶μνᾶν τριῶν}²⁶. μάρτυρες· Ἀστόξενος, | |
| Ἄθαμβος Ἀθανίωνος, Φίλων Ἀριστέα, Φίλαγρος, Ἀντι- | |
| χάρης, Ὀρθ[αγ]όρας, Δαμάνθης, Φιλοκράτης Ξένωνος. |