[ ]
Phokis — Delphi — 178 BC
| 1 | [ἄρχον]τος Εὐαγγέλου μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδο- |
| [ντο Ἱε]ροκ[λῆς] καὶ Ἱερόκλεια τῶι Ἀπόλλωνι σῶμα γυναικε- | |
| [ῖον ἇι ὄν]ο[μα] Ἀγαθαμερίς, τιμᾶς ἀργυρίο[υ] μνᾶν πέντε, καθὼς ἐπί- | |
| [στευσε Ἀγαθα]μερὶς τὰν ὠνὰν τῶι θεῶι. βε[β]αιωτὴρ κατὰ τὸν νό- | |
| 5 | [μον τᾶς πόλι]ος· Μνάσων Ξένωνος. παραμεινάτω δὲ Ἀγαθα- |
| [μερὶς παρ]ὰ Ἱεροκλῆ καὶ <Ἱ>ερόκ{κ}λειαν ποιοῦσα τὸ ποτιτασσό- | |
| [μενον πᾶν τὸ] δυνατὸν ἄχρι κα ζώη Ἱερ{ρ}οκλῆς {²⁶Ἱεροκλῆς}²⁶ καὶ Ἱερόκλεια εἰ δέ τί κα | |
| [πάθ]ωντι Ἱεροκλῆς καὶ Ἱερόκλεια, τοῦ θεοῦ ἔστω Ἀγαθαμερὶς τὸ- | |
| [ν] πάντα βίον, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. βέβαιον | |
| 10 | [δ]ὲ παρεχόντω τὰν ὠνὰν τῶι θεῶι οἵ τε ἀποδόμενοι Ἱεροκλῆς καὶ Ἱερόκλεια καὶ ὁ βεβαιωτὴρ Μνάσων, Θευγ- |
| ένης. εἰ δέ τίς κα ἀνθάπτηται Ἀγαθαμερίδος, κύριος ἔ<σ>τω ὁ ἀντιτυγχάνων συλέων ὡς ἐλευθέρας οὔσας, καθὼς ἐπίστευσε τὰν ὠνὰν Ἀγαθαμερίς, ἀζαμίοις ἐόντοις | |
| καὶ ἀνυποδίκοις πάσας δίκας. μάρτυρες· Μελισσίων, | |
| Καλλικλῆς, Διον[ύ]σιος, Σωδαμίδας, Θρασέας, | |
| τῶν ἀρχόντων Ἀνδρόνικος. |