[ ]
Phokis — Delphi — 156-151 BC
1 | ἄρχοντος [Φιλο]κράτε[ο]ς μηνὸς Θευξενίου, ἀπέδοτ[ο] Φίλων |
Ἀριστέα, συνευδοκεόντ[ω]ν καὶ τῶν υἱῶν Τίμωνος, σῶμα ἀνδρεῖ- | |
[ο]ν ὧι ὄνομα Ἰάσων τὸ γέ[νος Ἀ]ρμένιον, τιμᾶς ἀργυρίου μνᾶν τεσσά- | |
ρων, καὶ τὰν τιμὰν ἔχει [πᾶσαν], καθὼς ἐπίστευσε Ἰάσων τῶι θεῶι | |
5 | τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ[θερο]ν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων |
τὸμ πάντα βίον, ποιέων [ὅ κα] θέληι· εἰ δέ τις ἐφάπτοιτο Ἰάσωνος ἐπ[ὶ] | |
καταδουλ[ι]σμῶι, κύριος ἔ[στω] συλέων ὁ παρατυχὼν ἀζάμιος ὢν καὶ ἀ- | |
νυπόδικος πάσας δίκας κ[αὶ] ζαμίας. βεβαιωτῆρες κατὰ τοὺς νόμους | |
τᾶς πόλιος· Τίμων Φίλω[νο]ς, Φίλων Ἀριστέα. μάρτυροι· ὁ ἱερεὺς | |
10 | τοῦ Ἀπόλλωνος Ἀνδρόνι[κ]ος κα οἱ ἄρχοντες Ἀριστίων Ἄγωνος, Ἀστόξε- |
νος, ἰδιῶται Εὐκλείδας Κ[άλλ]ωνος, Τείσων Θευχάριος, Μένης. |