[ ]
Phokis — Delphi — 156-151 BC
| 1 | [ἄρχον]τος Φιλοκράτεος μηνὸς Ποιτροπίου, ἀπέδοτο |
| [Δαμὼ Τ]ιμαγόρου, συνευδοκεόντων τᾶς θυγατέρος | |
| [αὐτᾶς Νι]κίου καὶ τῶν τᾶς θυγατέρος υἱῶν Λυκίσκου, | |
| [Ξένωνος], τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι- | |
| 5 | [κεῖον ἇι ὄνο]μα Βολλίθα τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυ- |
| [ρίου μνᾶν δύο], καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε τὰν ὠνὰν | |
| [Βολλίθα τῶι θεῶι, ἐφ’] ὅτωι ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸμ πάν- | |
| [τα βίον, ποιέουσα ὅ κ]α θέληι καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ | |
| [κατὰ τὸν νόμον· Βάκχιος] Ἄγρωνος. μάρτυροι· τῶν ἀρχόντων Ἀλκῖ- | |
| 10 | [νος, Βάκχιος, ἰδιῶται] Δαμ[ένη]ς, Ἀνδρομένης Βαβύλου. |