[ ] Phokis — Delphi — 156-151 BC
1 ἄρχοντος Φιλοκράτεος μηνὸς Βουκατίου, ἀπέδοτο Κρατὼ Μεσατέος,
συνευδοκεόντων καὶ τῶν ὑῶν {²⁶υἱῶν}²⁶ αὐτᾶς Μεσατέος καὶ Νικάρχου, τῶι
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Εἰράνα τὸ γένος Ἀρ-
μενίαν, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαι-
5 ωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Νίκαρχος Ἐράτωνος. καθὼς ἐπίστευ-
σε τὰν ὠνὰν Εἰράνα τῶι θεῶι, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος
ὑπὸ πάντων, ποιοῦσαν ὅ κα θέλη καὶ ἀποτρέχουσα ἇι κα θέλη. μάρτυροι·
τοὶ ἱερεῖς τοῦ Ἀπόλ<λ>ωνος Ἀμύντας, Ἀνδρόνικος καὶ ἰδιῶται Φιλοκράτης,
Ἄθαμβος Ἁβρομάχου, Μελισίων, Σωσίνικος.
Search Help
Contact Us