[ ]
Phokis — Delphi — 156-151 BC
| 1 | ἄρχοντος ἐν Ἀμφίσσα Δωροθέου μηνὸς Ἀγραστυῶνος, ἐν Δελφοῖ- |
| ς δὲ ἄρχοντος Φιλοκράτεος μηνὸς Βουκατίου, ἀπέδοτο Δαμαίνετος | |
| Ἀριστοβούλου Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον | |
| ἇι ὄνομα Φυσίς, ἃν ἐπρίατο αὐτὸς παρὰ Ἀριστάρχου καὶ Δαμῶς Ἐριναίων, | |
| 5 | τιμᾶς ἀργυρίου μνᾶν τριῶν, τὰν τιμὰν ἔχει, ὥστε ἐλευθέραν εἶμεν |
| καὶ ἀνέφαπτον ἀπὸ πάντων, καθὼς αὐτὰ ἐπίστευσε Φυσὶς τῶ θεῶ. | |
| βεβαιωτήρ· Λύκωπος Λύκου Ἀμφισσεύς. ἁ ὠνὰ ἐν τῶ ἱερῶι καὶ παρὰ τὸν | |
| νακόρον Μένητα καὶ ἀντιγραφὰ παρὰ Πανκλῆ. μάρτυροι· ὁ ἱερεὺς | |
| Ἀνδρόνικος καὶ ὁ νακόρος Μένης καὶ ἰδιῶται Πανκλῆς, Τίμων, | |
| 10 | Δωρόθεος, Θεότιμος. |