[ ]
Phokis — Delphi — 178 BC
| 1 | ἄρχοντος Εὐανγέλου μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο |
| Ἀρίστων Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
| γυναικεῖον ἇι ὄνομα Κλεονίκα, τιμᾶς ἀργυρίου μνᾶν | |
| πέντε, καθὼς ἐπίστευσε Κλεονίκα τῶι θεῶι, ἐφ’ ὧτε | |
| 5 | ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα |
| βίον, ποιοῦσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. | |
| βεβαιωτῆρες κατὰ τὸν νόμον· Καλλίστρατος, | |
| Ἀριστόμαχος Δελφοί. εἰ δέ τίς κα ἅπτηται Κλεονίκας, | |
| βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος | |
| 10 | Ἀρίστων καὶ οἱ βεβαιωτῆρες· εἰ δέ κα μὴ παρέχωντι, |
| πρᾶξιν ποιούντω κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυν- | |
| χάνοντες κύριοι ὄντω συλέοντες ὡς ἐλευθέραν οὖσαν | |
| ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. | |
| μάρτυρες· Ἀνδρόνικος· Πραξίας, Δαμοχάρης, Καλλίων, | |
| 15 | Ταραντῖνος. |