[ ]
Phokis — Delphi — 156-151 BC
| 1 | [ἄ]ρ[χ]οντος ἐν Δελφοῖς Ἀθάμβου τοῦ Ἁβρομάχου μηνὸς Ποιτροπίου, ἀπέδοτο Πραξίας Εὐ- |
| δόκο[υ τ]ῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Μηνᾶς τὸ γένος Βειθυ- | |
| νόν, [τ]ιμᾶ[ς] ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Μηνᾶς | |
| τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν Μηνᾶν καὶ ἀνέφαπτον ἀπὸ πάν- | |
| 5 | των τὸν πάντα χρόνον, ποιοῦντα ὅ κα θέλη καὶ ἀποτρέχοντα οἷς κα θέλη. βεβαιω- |
| τὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀστόξενος Διονυσίου. εἰ δέ τις ἅπτοιτο | |
| [Μη]νᾶ ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε | |
| [ἀπ]οδόμενος καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες. |