[ ] Phokis — Delphi — 156-151 BC
1 ἄρχοντος Φιλοκράτεος μηνὸς Ποιτροπίου, ἀπέδοντο Ἀναξὶς Ἐμμενίδα
καὶ Ἐμμενίδας Δεξικράτεος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνο-
μα Διονύσιος τὸ γένος Θραῖκα, τιμᾶς ἀργυρίου μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχον-
τι. βεβαιωτὴρ κατὰ τοὺς νόμους· Ἄρχων Καλλία. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλ-
5 λωνος Ἀνδρόνικος καὶ τῶν ἀρχόντων Βάκχιος κα[ὶ] Ἀλκῖνος καὶ ἰδιῶται
Ἀστόξενος, Φίλαγρος Διοδώρου, Ἄθαμβος Ἀθανίωνος, Σωσύλος Ἀλκία.
Search Help