[ ]
Phokis — Delphi — 156-151 BC
1 | [ἄρχοντ]ος Ἀθάμβου μηνὸς Ἰλαίου, ἀπέδοτο Τεί- |
[σ]ιχο[ν Ὀ]ρθαίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα παι- | |
δάριο[ν] ὧι ὄνομα Ἡρακλείδας, ἀργυρίου μνᾶν τριῶν. | |
ἐλε[ύ]θερος δὲ ἔστω Ἡρακλείδας καὶ ἀνέφαπτος ἀπὸ πάν- | |
5 | των, [κ]αθὼς αὐτὸς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν, ὥστε |
ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων. βεβαιωτήρ· Ἀστό- | |
ξενος Διονυσίου. εἰ δέ τις ἐνάπτοιτο Ἡρακλείδα ἐπὶ καταδουλισ- | |
μῶ, κύριος ἔστω ὁ παρατυχῶν συλέων ὡς ἐλεύθερον ὄντα. μάρτυροι· | |
οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ἀνδρόνικος [κ]αὶ οἱ ἄρχοντες Ἀριστί- | |
10 | ων, Εὔδωρος, ἰδιῶται Καλλείδας, Νικάσιππος. |