[ ]
Phokis — Delphi — 156-151 BC
| 1 | ἄρχοντος Φιλοκράτεος μηνὸς Ἰλαίου, ἀπέδοτο Ἀγα- |
| θοκλῆς Ἀντιχάρεος Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυ- | |
| θίωι ἐπ’ ἐλευθερίαι σῶμα γυναικεῖον ἇι ὄνομα Σω- | |
| σιβία τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τρι- | |
| 5 | ῶν, καὶ τὰν τιμὰν ἔχει. βεβαιωτὴρ κατὰ τὸν νόμον· |
| Ἀντιχάρης Ἀζαράτου. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλω- | |
| νος Ἀνδρόνικος, νεωκόρος Μένης, ἄρχοντες Ἀριστί- | |
| ων, Ἀστόξενος, Ξένων, ἰδιῶται Ἀρχίας Ἀρχελάου, Ἐμμε- | |
| νίδας Δεξικράτεος, Εὐκλ[είδ]ας Καλλείδα, | |
| 10 | Μνασικράτης Καλλιξένο[υ, Τι]μόξενος, Εὐκλεί- |
| δας. |