[ ] Phokis — Delphi — 156-151 BC
1 [ἄρχοντ]ος Ἀθάμβου μηνὸς Ἰλαίου, ἀπέδοτο Τεί-
[σ]ιχο[ν Ὀ]ρθαίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα παι-
δάριο[ν] ὧι ὄνομα Ἡρακλείδας, ἀργυρίου μνᾶν τριῶν.
ἐλε[ύ]θερος δὲ ἔστω Ἡρακλείδας καὶ ἀνέφαπτος ἀπὸ πάν-
5 των, [κ]αθὼς αὐτὸς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν, ὥστε
ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων. βεβαιωτήρ· Ἀστό-
ξενος Διονυσίου. εἰ δέ τις ἐνάπτοιτο Ἡρακλείδα ἐπὶ καταδουλισ-
μῶ, κύριος ἔστω ὁ παρατυχῶν συλέων ὡς ἐλεύθερον ὄντα. μάρτυροι·
οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ἀνδρόνικος [κ]αὶ οἱ ἄρχοντες Ἀριστί-
10 ων, Εὔδωρος, ἰδιῶται Καλλείδας, Νικάσιππος.
Search Help
Contact Us