[ ]
Phokis — Delphi — 156-151 BC
| 1 | ἄρχοντος Φιλοκράτεος μηνὸς Ἰλαίου, ἀπέδοτο |
| Κλεύδικος Δωροθέου τῶι θεῶι σῶμα γυναικεῖον | |
| ἇι ὄνομα Ἐπιστροφά, τ[ι]μᾶς ἀργυρίου μνᾶν πέντε, | |
| καὶ παιδάριον ὧι ὄνομα Παροίτας, τιμᾶς ἀργυρί- | |
| 5 | ου μνᾶς, καὶ τὰν τιμὰν ἔχει παρὰ Ἐπιστροφᾶς |
| καὶ Παροίτα. τὰν δὲ ὠνὰν ἐπίστευσαν τῶι θεῶι, | |
| ἐφ’ ὅτωι ἐλεύθεροι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάν- | |
| των τὸν πάντα χρόνον. βεβαιωτήρ· Δαμένης Ὀ- | |
| ρέστα. μάρτυροι· Ἀνδρόνικος ὁ ἱερεύς, Ἀριστίων | |
| 10 | Ἄγωνος ἄρχων, Μένης, Εὐχαρίδας, Κλέων, Δικαίαρχος. |