[ ]
Phokis — Delphi — 156-151 BC
1 | ἄρχοντος ἐμ μὲν Ἡρακλεία Ἀριστοβούλου Πάτρωνος Θεοδώρου μηνὸς Ἠάτου, ἐν Δελφο<ῖ>ς δ[ὲ] ἄρχοντος |
Ἥρυος τοῦ Πλείστωνος μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πολέμαρχος Φύσκου, συνευδοκέ- | |
οντος καὶ τοῦ ὑοῦ {²⁶υἱοῦ}²⁶ Λέωνος καὶ Λανίκας, Ἡρακλεῶται, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον | |
ἇι ὄνομα Δωρὶς τὸ γένος Θραῖσαν καὶ τὸν ὑὸν αὐτᾶς ὧι ὄνομα Ἀπολλόδωρος τὸ γένος ἐνδογ[ε]νῆ, τι- | |
5 | μᾶς ἀργυρίου μνᾶν δύο καὶ ἡμιμναίου, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Δωρὶς καὶ Ἀπολ- |
λόδωρος τῶ θεῶ τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρους ε[ἶ]μεν καὶ ἀνεφάπτους ὑπὸ πάν- | |
των τὸν πάντα βίον, ποιέοντας ὅ κα θέλωντι. βεβα[ι]ωτῆρες κατὰ τὸν νόμον· Πα- | |
τρέας Ἀνδρονίκου Δελφός, Καλλίξενος Ἀλεξάνδρ[ο]υ Ἡρακλεώτας. εἰ δέ τίς κα ἐφά- | |
πτηται Δωρίδος ἢ Ἀπολλοδώρου ἐπὶ καταδουλισμῶ, βέβαιον παρεχόντων τῶι θε- | |
10 | ῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Πολέμαρχος καὶ οἱ βεβαιωτῆρες Πατρέας, Καλλί- |
ξενος. εἰ δέ κα μὴ παρέχωντ[ι], πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ | |
οἱ παρατυγχάνοντες κύριοι [ἐ]όντων συλέοντες ὡς ἐλευθέρους ἐόντας | |
ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μ[ά]ρτυ- | |
ροι· τοὶ ἱε[ρ]εῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ἀνδρόνικος καὶ | |
15 | τῶν ἀρχόντων Τελέσαρχος Δαμοτέλ[ε]ος καὶ ἰδιῶται |
μάρτυρες Δελφοὶ Ἰατάδας Πάτρωνος, [Γ]ενναῖ- | |
ος, Νίκα[ρ]χος [Ἐρά]τωνος, Βαβύλος, Σκό- | |
πα[ς], Θευγένης Ἱεροκλέος, | |
Τυρβαῖος. |