[ ]
Phokis — Delphi — 156-151 BC
| 1 | ἄρχοντος Φιλοκράτεος τοῦ Ξένωνος μηνος Ἰλαίου, ἀπέ- |
| δοτο Θεύδοτος Εἰραναίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ- | |
| μα ἀνδρεῖον ὧι ὄνομα Εὔτυχος τὸ γένος Σύρον, τιμᾶς ἀρ- | |
| γυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί- | |
| 5 | στευσε Εὔτυχος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος |
| εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέ- | |
| ων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλ[ιος]· | |
| Ἄθαμβος Ἀθανίωνος. εἰ δὲ μὴ παρέχοιεν βέβαιον τὰν ὠνὰν τῶι θεῶι ὅ τε ἀποδ[ό]- | |
| μενος Θεύδοτος καὶ ὁ βεβαιωτὴρ Ἄθαμβος, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον | |
| 10 | τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Εὔτυχον |
| ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. | |
| μάρυτοι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ξένων Φιλοκράτεος, | |
| Ἀριστίων Ἄγωνος, Ἀστόξενος, Διονυσίου καὶ ἰδιῶται Ἵππων, | |
| Καλλικλῆς, Κλέων Κλευδάμου, Πολύξενος, Τιμόκριτος. |