[ ]
Phokis — Delphi — 169 BC
1 | στραταγέοντος τῶν Φωκέων Εὐαινέτου |
Ἀμβρυσσίου μηνὸς ὀγδόου, ἐν Δελφοῖς δὲ ἄρχον- | |
τος Λαιάδα μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέ- | |
δοτο Θρασύμαχος Λοχάγου Λιλαιεὺς τῶι Ἀ- | |
5 | πόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνο- |
μα Ἀγαθοκλῆς, τιμᾶς ἀργυρίου μνᾶν πέντε, | |
καθὼς ἐπίστευσε Ἀγαθοκλῆς τῶι θεῶι τὰν ὠ- | |
[ν]άν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφ[απ]τος ἀπὸ | |
[π]άντων τὸμ πάντα βίον, ποιέων ὅ κα θέληι καὶ ἀπο- | |
10 | [τ]ρέχων οἷς κα θέληι. βεβαιωτῆρες κατὰ τὸν |
νόμον· Εὔαρχος Μενέστα, Πραξίας Εὐδόκου Δελ- | |
φοί. εἰ δέ τίς κα ἅπτηται Ἀγαθοκλέος, βέβαιον παρε- | |
χόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Θρασύ- | |
μαχος καὶ οἱ βεβαιωτῆρες Εὔαρχος, Πραξίας· εἰ δέ κα μὴ | |
15 | παρέχωντι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοίως |
δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες | |
ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι | |
πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ | |
Ἀπόλλωνος Ἀμύντας καὶ Ταραντῖνος καὶ τοὶ | |
20 | ἄρχοντες Ἀρχέλαος Πραόχου, Μνασίθεος Ταραντί- |
νου Φιλοκράτης Ξένωνος. |