[ ]
Phokis — Delphi — 169 BC
| 1 | στραταγέοντος τῶν Αἰτωλῶν Ἀγελάου Ναυπα- |
| κτίου μηνὸς Πανάμου, ἐν Δελφοῖς δὲ ἄρχοντος Κλευ- | |
| δάμου τοῦ Μαντία μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέ- | |
| δοτο Νίκαιος Νίκωνος Ἐριναῖος τῶι Ἀπόλλωνι τῶι | |
| 5 | Πυθίωι σῶμα ἀνδρεῖον ἇι ὄνομα Ἀγαθοκλῆς, τιμᾶς |
| ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει, καθὼς | |
| ἐπίστευσε Ἀγαθοκλῆς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι- | |
| τε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ | |
| πάντων τὸμ πάντα βίον, ποιέων ὅ κα θέληι καὶ ἀπο- | |
| 10 | τρέχοντα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν <ν>όμον· |
| Φερένικος Νικοβούλου Ἐριναῖος. εἰ δέ τίς κα ἅπτηται | |
| Ἀγαθοκλέος, βέβαιον παρεχόντων τῶι θεῶι | |
| ὅ τε ἀποδόμενος Νίκαιος καὶ ὁ βεβαιω- | |
| τὴρ Φερένικος· εἰ δέ κα μὴ παρέ- | |
| 15 | χωντι, πράκτιμοι ἐόντων |
| κατὰ τὸν νόμον. ὁμοίως δὲ | |
| καὶ οἱ παρατυγχάνοντες κύριοι ὄν- | |
| των συλέοντες ὡς ἐλεύθερον ἐόν- | |
| τα άζάμιοι καὶ ἀνυπόδικοι ὄντες πά- | |
| 20 | δίκας καὶ ζαμίας. μάρτυ- |
| ρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλω- | |
| νος Ἀμύντας, Ταραντῖνος, | |
| ἰδιῶται Θεύξενος, Καλλεί- | |
| δας, Εὐκλείδας, Ἐμμενίδας | |
| 25 | Δελφοί, Ξένυλλος, Εὔαρχος |
| Τολφώνιοι, Σώπολις Ἐρι- | |
| ναῖος. |