[ ]
Phokis — Delphi — 169 BC
| 1 | στραταγέοντος τῶν Φωκέων Εὐαινέτου |
| Ἀμβρυσσίου μηνὸς ὀγδόου, ἐν Δελφοῖς δὲ ἄρχον- | |
| τος Λαιάδα μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέ- | |
| δοτο Θρασύμαχος Λοχάγου Λιλαιεὺς τῶι Ἀ- | |
| 5 | πόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνο- |
| μα Ἀγαθοκλῆς, τιμᾶς ἀργυρίου μνᾶν πέντε, | |
| καθὼς ἐπίστευσε Ἀγαθοκλῆς τῶι θεῶι τὰν ὠ- | |
| [ν]άν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφ[απ]τος ἀπὸ | |
| [π]άντων τὸμ πάντα βίον, ποιέων ὅ κα θέληι καὶ ἀπο- | |
| 10 | [τ]ρέχων οἷς κα θέληι. βεβαιωτῆρες κατὰ τὸν |
| νόμον· Εὔαρχος Μενέστα, Πραξίας Εὐδόκου Δελ- | |
| φοί. εἰ δέ τίς κα ἅπτηται Ἀγαθοκλέος, βέβαιον παρε- | |
| χόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Θρασύ- | |
| μαχος καὶ οἱ βεβαιωτῆρες Εὔαρχος, Πραξίας· εἰ δέ κα μὴ | |
| 15 | παρέχωντι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοίως |
| δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες | |
| ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι | |
| πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ | |
| Ἀπόλλωνος Ἀμύντας καὶ Ταραντῖνος καὶ τοὶ | |
| 20 | ἄρχοντες Ἀρχέλαος Πραόχου, Μνασίθεος Ταραντί- |
| νου Φιλοκράτης Ξένωνος. |