[ ] Phokis — Delphi — 169 BC
1 στραταγέοντος τῶν Φωκέων Εὐαινέτου
Ἀμβρυσσίου μηνὸς ὀγδόου, ἐν Δελφοῖς δὲ ἄρχον-
τος Λαιάδα μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέ-
δοτο Θρασύμαχος Λοχάγου Λιλαιεὺς τῶι Ἀ-
5 πόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνο-
μα Ἀγαθοκλῆς, τιμᾶς ἀργυρίου μνᾶν πέντε,
καθὼς ἐπίστευσε Ἀγαθοκλῆς τῶι θεῶι τὰν ὠ-
[ν]άν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφ[απ]τος ἀπὸ
[π]άντων τὸμ πάντα βίον, ποιέων ὅ κα θέληι καὶ ἀπο-
1 [τ]ρέχων οἷς κα θέληι. βεβαιωτῆρες κατὰ τὸν
νόμον· Εὔαρχος Μενέστα, Πραξίας Εὐδόκου Δελ-
φοί. εἰ δέ τίς κα ἅπτηται Ἀγαθοκλέος, βέβαιον παρε-
χόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Θρασύ-
5 μαχος καὶ οἱ βεβαιωτῆρες Εὔαρχος, Πραξίας· εἰ δέ κα μὴ
15 παρέχωντι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοίως
δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες
ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι
πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ
Ἀπόλλωνος Ἀμύντας καὶ Ταραντῖνος καὶ τοὶ
20 ἄρχοντες Ἀρχέλαος Πραόχου, Μνασίθεος Ταραντί-
νου Φιλοκράτης Ξένωνος.
Search Help
Contact Us