[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | ἄρχοντος Ἄρχωνος μηνὸς Ἀμαλίου, ἀπέδοτο |
Ἀντιχάρης Ἀζαράτου τῶι Ἀπόλλωνι τῶι | |
Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἀγάθων τὸ | |
γένος Γαλάταν, τιμᾶς ἀργυρίου μνᾶν τρι- | |
5 | ῶν, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε |
Ἀγάθων τῶι [θ]εῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ- | |
θερος εἶμεν καὶ ἀνέφαπτος τὸμ πάν- | |
τα χρόνον, ποιέων ὅ κα θέλῃ καὶ ἀποτρέ- | |
χων οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τὸν | |
10 | νόμον τᾶς πόλιος· Δαμένης Ὀρέστα {ς}. |
εἰ δέ τίς κα ἐνάπτηται Ἀγάθωνος ἐπὶ | |
καταδουλισμῶι, βέβαιομ παρεχόντω | |
τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμε- | |
νος Ἀντιχάρης καὶ ὁ βεβαιωτὴρ Δα- | |
15 | μένης κατὰ τὸν νόμον. ὁμοίως δὲ |
καὶ οἱ παρατυγχάνοντες κύριοι ἐ- | |
όντω συλέοντες Ἀγάθωνα ὡς ἐλεύ[θε]- | |
ρον ὄντα ἀζάμιοι ὄντες καὶ ἀνυ- | |
πόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ- | |
20 | τυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος |
Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρ- | |
χοντες Σώτιμος, Χαρίξενος, | |
Νικόμαχος, καὶ ἰδιῶται Ἄθαμ- | |
βος, Εὐκλείδας, Δρομοκλείδας, | |
25 | Παρμενίων, Φίλων, Νεύστρα- |
τος, Μένης. |