[ ]
Phokis — Delphi — 170-157/6 BC
| 1 | ἄρχοντος Ἄρχωνος μηνὸς Ἀμαλίου, ἀπέδοτο |
| Ἀντιχάρης Ἀζαράτου τῶι Ἀπόλλωνι τῶι | |
| Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἀγάθων τὸ | |
| γένος Γαλάταν, τιμᾶς ἀργυρίου μνᾶν τρι- | |
| 5 | ῶν, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε |
| Ἀγάθων τῶι [θ]εῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ- | |
| θερος εἶμεν καὶ ἀνέφαπτος τὸμ πάν- | |
| τα χρόνον, ποιέων ὅ κα θέλῃ καὶ ἀποτρέ- | |
| χων οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τὸν | |
| 10 | νόμον τᾶς πόλιος· Δαμένης Ὀρέστα {ς}. |
| εἰ δέ τίς κα ἐνάπτηται Ἀγάθωνος ἐπὶ | |
| καταδουλισμῶι, βέβαιομ παρεχόντω | |
| τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμε- | |
| νος Ἀντιχάρης καὶ ὁ βεβαιωτὴρ Δα- | |
| 15 | μένης κατὰ τὸν νόμον. ὁμοίως δὲ |
| καὶ οἱ παρατυγχάνοντες κύριοι ἐ- | |
| όντω συλέοντες Ἀγάθωνα ὡς ἐλεύ[θε]- | |
| ρον ὄντα ἀζάμιοι ὄντες καὶ ἀνυ- | |
| πόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ- | |
| 20 | τυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος |
| Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρ- | |
| χοντες Σώτιμος, Χαρίξενος, | |
| Νικόμαχος, καὶ ἰδιῶται Ἄθαμ- | |
| βος, Εὐκλείδας, Δρομοκλείδας, | |
| 25 | Παρμενίων, Φίλων, Νεύστρα- |
| τος, Μένης. |