[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | ἄρχοντος Πὐῤῥου μηνὸς Ποιτροπίου, |
ἐπὶ τοῖσ{σ}δε {²⁶τοῖσδε}²⁶ ἀπέδοτο Ἀρισταγόρας Εὐθυδά- | |
[μ]ου σῶμα ἀνδρεῖον οἷ [ὄ]νομα Ἀγαθοκλῆς τοῖ | |
[Ἀ]πόλλωνι τοῖ Πυθίωι, τιμᾶς ἀργυρίου μν[ᾶν] τρ[ιῶν], | |
5 | καθὼς ἐπίστευσε Ἀγαθο[κ]λῆς τῶι θεῶι τὰ[ν] |
ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερο[ο]ς εἶμεν καὶ ἀνέφαπτ- | |
[ο]ς ἀπὸ πάντων τὸν πάντα βίον, ποι[ῶν ὅ κ]- | |
α θέ[λ]η καὶ ἀποτρέχων ο[ἷ]ς κα θέλη. βεβαιωτὴρ | |
κατὰ τόν νόμον· Φίλων Ἀριστέα. εἰ δέ τίς κ[α] | |
10 | ἐφάπτηται Ἀγαθοκλέος, βέβαιον παρεχέ- |
[τω] ὁ βε[β]αιωτὴρ Φίλων Ἀριστέα. εἰ δέ κα μὴ [πα]- | |
ρέχη, πράκτιμος ἔστω κατὰ τὸν νόμον. | |
ὁμοίως δὲ καὶ οἱ παρατυνχάνοντες κύρι- | |
οι ἐόντω συλέοντες ὡς ἐλεύθερ<ο>ν ὄντα | |
15 | ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι π[ά]- |
[σ]ας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱε- | |
[ρ]εῖ<ς> τ[οῦ] Ἀπόλλωνος Ἀμύντας, Ταραν- | |
τῖνος, ἰδιῶται Βούλων, Ἀστύλ[α]- | |
ς, Μαντίας Κλευδάμου, Ἀρχέλαο[ς]. |