SGDI II 1883
[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος Ἄρχω[νος]
μηνὸς Θευξενίου, ἐπὶ {[τ]ο}
τοῖσδε ἀπέδοτο Διονύσιος
[Ἀθ]ανίωνος, συνευδοκεούσας τᾶς
5 γυναικὸς Ξεναρχίδος καὶ τᾶς
θυγατρὸς Τιμάδος καὶ τοῦ υἱοῦ
Κλέωνος, τῶι Ἀπόλλωνι τῶι Πυωί-
ωι σῶμα γυναικεῖον ἇι ὄνομα Στρατο-
νίκα, τιμᾶς ἀργυρίου δύο μνᾶν, καὶ τὰν
10 τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ
κατὰ τὸν νόμον· Ἀσστόξενος Διο-
νυσίου Δελφός. καθὼς ἐπίστευ-
σε Στρατονίκα τῶι θεῶι τὰν ὠ-
νάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀ-
15 νέφαπτος ἀπὸ πάντων τὸμ πάντα βί-
ον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέ-
χουσα οἷς κα θέλη. εἰ δέ τις ἐφά-
πτοιτο Στρατονίκας ἐπὶ καταδου-
λισμῶι, βέβαιομ παρεχέτω τῶι θε-
20 ῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος
Διονύσιος καὶ ὁ βεβαιωτὴρ Ἀ-
στόξενος· εἰ δέ τί κα μὴ πα[ρέ]χων-
τι, πράκτιμοι ἐόντων κατὰ [τ]ὸν νό-
μον ὁμοίως δὲ καὶ οἱ παρατυγχά-
25 νοντες κύριοι ἐόντων συλέον-
τες ὡς ἐλευθέραν οὖσαν ἀζά-
μιοι ὄντες καὶ ἀνυπόδικοι
πάσας δίκας καὶ ζαμίας.
μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλ-
30 λωνος Ἀμύντας, Ταραντῖ-
νος καὶ οἱ ἄρχοντος Σώ-
τομος, Χαρίξενος, Νικό-
μαχος· Βούλων, Μαντί-
ας, Εὐκλείδας, Σω-
35 σίας, Πεισίστρατος.
Search Help
Contact Us