[ ]
Phokis — Delphi — 170 BC
1 | ἄρχοντος Μένητος |
μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέ- | |
δοτο Κλέων Φιλιστίδου Ὠρώ- | |
πιος τῶι Ἀπόλλωνι τῶι Πυ- | |
5 | θίωι σῶμα ἀνδρεῖον ὧι ὄνο- |
μα Ἀγαθίας τὸ γένος ἐξ Ὀποῦν- | |
τος, τιμᾶς ἀργυρίου μνᾶν | |
τριῶν, καθὼς ἐπίστευσ[ε] Ἀγαθίας | |
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθε- | |
10 | ρος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων |
τὸμ πάντα βίον. βεβαιωτῆρες κατὰ | |
τὸν νόμον· Ἀμυνέας Χαριξένου, Δίων | |
Ἀλέξωνος Δελφοί. παραμεινάτω δὲ | |
Ἀγαθίας παρὰ Κλέωνα ἄχρι κα ζώη | |
15 | Κλέωνι ποιέων τὸ ποτιτασ[σ]όμενον |
πᾶν τὸ δυνατὸν ἀνεγκλήτως· εἰ δέ τί | |
κα μὴ ποιήση Ἀγαθίας τῶν ποτιτασσο- | |
μένων ὑπὸ ΚΛέωνος καθὼς γέγραπται | |
δυνατὸς ἐών, ἐξέστω Κλέωνι κολάζειν | |
20 | καθώς κα αὐτὸς θέληι κ[α]ὶ ἄλλωι ὑπὲρ |
Κλέωνα ὅν Κλέων κελεύση ἀζαμίοις ὄν- | |
τοις καὶ ἀνυποδίκοις πάσας δίκας καὶ ζαμί- | |
ας. εἰ δέ τί κα πάθη Κλέων, ἐλεύθε[ρ]ος ἔστω | |
Ἀγαθίας κυριεύων αὐτοσαυτοῦ καὶ ποιέ- | |
25 | ων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι, |
καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. | |
εἰ δέ τίς κα ἅπτηται ἐπὶ καταδουλισμῶι | |
Ἀγαθία τελευτάσαντος Κλέωνος, βέβαι- | |
ον παρεχόντων οἱ βεβαιωτῆρες τῶι θε- | |
30 | ῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοί- |
ως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι | |
[ἐ]όντω[ν] συλέοντες ὡς ἐλεύθερον | |
ὄντα [ἀ]ζάμιοι ἐόντες καὶ ἀνυπόδικοι | |
πάσας δίκας καὶ ζαμίας. μάρτυρες· | |
35 | τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος, |
Ἀμύντας, ἰδιῶται Εὐκλείδας, | |
Ἄρχων, Εὐάγγελος, Καλλίερος. |