[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος ἐν Δελφοῖς Μενεστράτου μηνὸς Ἀμαλίου, ἐν δὲ Λοκροῖς ἀγωνοθετέοντος [Εὐ]- |
θυδάμου Φυσκέος μηνὸς ἕκτου, ἐπὶ τοῖσδε ἀπέδοτο Καλλίξενος Εὐαρχίδα Μυανεὺς τῶι [Ἀ]- | |
πόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ωἷ ὄνομα Σῶσος τὸ γένος Γαλάτ[α]ν, τιμᾶς ἀργυρίου | |
μνᾶν ἕξ, καθὼς ἐπίστευσε Σῶσος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧ[ιτε ἐλ]εύθερος εἶμεν καὶ ἀνέ- | |
5 | φαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποιῶν ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτῆ- |
ρες κατὰ {τα} τὰν συμβολάν· Ἐμμενίδας Δεξικράτεος Δελφός, Πολύκριτος Καλλιξένου Μυα- | |
νεύς. εἰ δέ τις καταδουλίζοιτο Σῶσον, βέβαιον παρεχόντων ὅ τε ἀποδόμενος Καλλίξενος καὶ | |
οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνάν· εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ὄντω κατὰ τὰν συμβολάν. | |
ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ὄντω συλέοντες ὡς ἐλεύθερον ὄντα ἀζάμι- | |
10 | οι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. κατενεγκάτω δὲ τὸν ἔρανον Σῶσος τὸν |
συνᾶξε [Ἀ]μυνέας Χαριξένου τετταρακονταμνα<ῖ>ον, τὸ ἥμισσον αὐτοῦ ἐπὶ τὸ Καλλιξένου ὄνο- | |
μα, ἄχρι κα ἐξενεγχθῆ ὁ ἔρανος, καὶ οὕτω βέβαιος ἔστω ἁ ὠνὰ τῶι θεῶι· εἰ δὲ μὴ κατενέγκαι, ἀ- | |
γώγιμος ἔστω Σῶσος Καλλιξένωι αὐτὸς καὶ τὰ αὐτοῦ πάντα. εἰ δέ κα τελευτάση Σῶσος, ἄτεκνος, | |
τὰ καταλειφθέντα ὑπάρχοντα Σώσου πάντα Καλλιξένου ἔστων. εἰ δέ τινι ζώων δόσιν ποέοιτο τῶν | |
15 | ἰδίων Σῶσος, ἀτελὴς ἁ ὠνὰ ἔστω. τὰ δὲ ἔργα συντελείτω Σῶσος τὰ Καλλιξένου πάντα, ἄχρι κα ὁ ἔ- |
ρανος κατενεγχθῆ· εἰ δέ κα μὴ συντελῆ Σῶσος τὰ ἔργα καθὼς ἐπάνω γέγραπται, ἀτελὴς ἁ ὠνὰ ἔστω, | |
εἰ μὴ ἄῤῥωστος γένοιτο Σῶσος, καὶ τεχνίταν ἐγδιδαξάτω Σῶσος Καλλιξένω, εἴ κα δώη Καλλίξενος τὸ | |
παιδάριον Σώσω. ἁ ὠνὰ παρὰ μὲν Δελφὸν Ἄρχωνα Καλλία, παρὰ δὲ Λοκρὸν Ἐρύμανδρον Κριτοδάμου | |
Μυανῆ. μάρτυρες· ὁ ἱερεὺς τοῦ Ἀπόλ<λ>ωνος Ἀμύντας καὶ τῶν ἀρχόντων Θεόξενος, ἰδιῶται Ἵππων, Ἄρ- | |
20 | χων Κ<α>λλία, Μαντίας Δαμοχάρεος, Ἀρχέλας Δαμοσθένεος, Ἄρχων Νικοβούλου Δελφοί, Ἀλεξίμαχος |
Δαμοτίμου, Δάμων Θευδώρου Ἀμφισσεῖς. |