[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | στραταγέοντος ἐμ Φωκέοις Εὐ[ξ]ιθέου Ὑαμπολί- |
| [τ]ου μηνὸς Λαφρίου, ἐν δὲ Δελφοῖς ἄρχοντος Μενεστράτ- | |
| [ου] μηνὸς Θεοξενίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀγασικλῆς Κρίτων[ος]- | |
| [Λιλαι]εὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Δη[μήτριος] | |
| 5 | τὸ γένος Ἀρμένιον, τιμᾶς ἀργυρίου μνᾶν δύο, καθὼς ἐπίστευσε [Δημήτρι]- |
| ος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτο[ς ἀπὸ πάν]- | |
| των τὸμ πάντα βίον, ποέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέ[λη. βεβαιω]- | |
| τῆρες κατὰ τὰν συμβολάν· Νεόστρατος Παλαίωνος Δελφό[ς, Ἐπιχαρί]- | |
| δας Εὐδάμου Λιλαιεύς. ε[ἰ] δέ τις ἐφάπτοιτο Δημητρίου ἐπὶ καταδουλισ[μῶι, βέ]- | |
| 10 | βαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀγασικλῆς καὶ [οἱ βεβαι]- |
| ωτῆρες Νεόστρατος καὶ Ἐπιχαρίδας. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες [κύριοι] | |
| ἐόντω συλέοντες Δημήτρ[ι]ον ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ὄντες καὶ ἀνυπ[όδικοι πά]- | |
| σας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ τῶ[ν] | |
| ἀρχόντων Μνασίθεος, Θεόξενος, ἰδιῶται Καλλείδας, Ἀντιχάρης. |