[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος Εὐαγγέλου τοῦ Σωδαμίδα μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσ- |
δε ἀπέδοτο Λύκα Θρασυκλέος καὶ ὁ υἱὸς αὐτᾶς Σώνικος Κάλλω- | |
νος Δελφοὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον | |
ἇι ὄνομα Σωσικράτεια, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ ἡμι- | |
5 | μναίου, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτῆρες κατὰ τὸν νό- |
μον· Ἀνδρόνικος Φρικίδα, Ε[ὔ]δοκος Πραξία Δελφοί. καθὼς ἐπί- | |
στευσε Σωσικράτεια τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέ- | |
ρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέου[σα] | |
ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. εἰ δέ τίς κα ἅπτηται Σ[ω]- | |
σικρατείας ἐπὶ καταδουλ[ισμ]ῶι, βέβαιον παρεχόντων τῶι θεῶι [τὰ]ν | |
10 | ὠνὰν οἵ τε ἀποδόμενοι Λύκα καὶ Σώνικος καὶ οἱ βεβαιωτῆρες |
Ἀνδρόνικος καὶ Εὔδοκος· εἰ δέ τί κα μὴ παρέχωντι, πράκτιμοι | |
ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγ- | |
χάνοντες κύριοι ἐό[ν]των συλέοντες ὡς ἐλευθέραν οὖσαν | |
ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι [πάσας δίκ]ας καὶ ζαμίας. ὁ ἱε- | |
15 | ρεὺς τοῦ Ἀπόλλωνος Ταραντῖνος· Ἀστόξενος· Πραξίας, Θευγένης, Μέ- |
νης, Εὐκλείδας, Τιμόκριτος. |