[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Εὐαγγέλου τοῦ Σωδαμίδα μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσ- |
| δε ἀπέδοτο Λύκα Θρασυκλέος καὶ ὁ υἱὸς αὐτᾶς Σώνικος Κάλλω- | |
| νος Δελφοὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον | |
| ἇι ὄνομα Σωσικράτεια, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ ἡμι- | |
| 5 | μναίου, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτῆρες κατὰ τὸν νό- |
| μον· Ἀνδρόνικος Φρικίδα, Ε[ὔ]δοκος Πραξία Δελφοί. καθὼς ἐπί- | |
| στευσε Σωσικράτεια τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέ- | |
| ρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέου[σα] | |
| ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. εἰ δέ τίς κα ἅπτηται Σ[ω]- | |
| σικρατείας ἐπὶ καταδουλ[ισμ]ῶι, βέβαιον παρεχόντων τῶι θεῶι [τὰ]ν | |
| 10 | ὠνὰν οἵ τε ἀποδόμενοι Λύκα καὶ Σώνικος καὶ οἱ βεβαιωτῆρες |
| Ἀνδρόνικος καὶ Εὔδοκος· εἰ δέ τί κα μὴ παρέχωντι, πράκτιμοι | |
| ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγ- | |
| χάνοντες κύριοι ἐό[ν]των συλέοντες ὡς ἐλευθέραν οὖσαν | |
| ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι [πάσας δίκ]ας καὶ ζαμίας. ὁ ἱε- | |
| 15 | ρεὺς τοῦ Ἀπόλλωνος Ταραντῖνος· Ἀστόξενος· Πραξίας, Θευγένης, Μέ- |
| νης, Εὐκλείδας, Τιμόκριτος. |