[ ]
Phokis — Delphi — 176 BC
| 1 | ἄρχοντος Μελισσίωνος μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἄγων Ἀρι- |
| στοδάμου, Μυρτὶς Ἀθανίωνος Δελφοὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀν- | |
| δρεῖον ὧι ὄνομα Ἑρμογένης, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε | |
| Ἑρμογένης τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος | |
| 5 | [ἀ]πὸ πάντων τὸμ πάντα βίον, ποέων ὅ κα θέληι καὶ αποτρέχων οἷς κα θέ- |
| [λ]ηι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Πραξίας Εὐδόκου Δελφός. μάρτυρες· οἱ | |
| [ἱε]ρεῖς Ἄθαμβος, Ἀμύντας καὶ ὁ ἄρχων Ἀνδρόνικος, ἰδιῶται Καλλί- | |
| κων, Καλλίας, Βάχχιος. |