[ ] Phokis — Delphi — 176 BC
1 [ἄ]ρχοντος Ξενοχάρεος μηνὸς Ἀπελλαίου, ἐπὶ τοῖσδε ἀπέ[δ]οτο Δρομοκλείδας Ἁγίωνο[ς τῶι]
[Ἀ]πόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωστράτα, τιμᾶς ἀργυρίου μνᾶ[ν τεσ]-
[σ]άρων, καθὼς ἐπίστευσε Σωστράτα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν κα[ὶ ἀνέ]-
φαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποιοῦσα ὅ κα θέλη. βεβαιωτήρ· Μνάσων Ξένωνος. μά[ρτυρες]·
5 οἱ ἱερεῖς Ἄθαμβος, Ἀμύντας καὶ οἱ ἄρχοντες Ἀνδρόνικος, Ἀλκῖνος, ἰδιῶται Μαντίας, Κλέω[ν].
Search Help
Contact Us