[ ]
Phokis — Delphi — 176 BC
1 | [ἄ]ρχοντος Ξενοχάρεος μηνὸς Ἀπελλαίου, ἐπὶ τοῖσδε ἀπέ[δ]οτο Δρομοκλείδας Ἁγίωνο[ς τῶι] |
[Ἀ]πόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωστράτα, τιμᾶς ἀργυρίου μνᾶ[ν τεσ]- | |
[σ]άρων, καθὼς ἐπίστευσε Σωστράτα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν κα[ὶ ἀνέ]- | |
φαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποιοῦσα ὅ κα θέλη. βεβαιωτήρ· Μνάσων Ξένωνος. μά[ρτυρες]· | |
5 | οἱ ἱερεῖς Ἄθαμβος, Ἀμύντας καὶ οἱ ἄρχοντες Ἀνδρόνικος, Ἀλκῖνος, ἰδιῶται Μαντίας, Κλέω[ν]. |