[ ]
Phokis — Delphi — 176 BC
1 | ἄρχοντος Μελισσίωνος μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρίστιον Ἀριστομάχου Δελ[φὶς] |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωσίπολις, τιμᾶς ἀργυρίου μνᾶν | |
τεσσάρων. βεβαιωτὴρ κατὰ τὸν νόμον· Δαμένης Ὀρέστα Δελφός. παραμεινάτω δὲ Σωσ[ί]πο[λις] | |
παρὰ Ἀρίστιον ἄχρι κα ζώη Ἀρίστιον ποιέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν εὐνόως. [εἰ δέ τί] | |
5 | κα πάθη Ἀρίστιον, ἐλευθέρα ἔστω Σωσίπολις καὶ ἀνέφαπτος ἀπὸ πάντων κυριεύουσ[α αὐτοσαυ]- |
τᾶς, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβ[ος], | |
Ἀμύντας, τῶν ἀρχόντων Ἀνδρόνικος, Ἀριστίων· Ἄνδρων, Κριτόλαος, Πύθων, Μαντία[ς]. |