[ ]
Phokis — Delphi — 175/174 BC
1 | ἄρχοντος Ἀρχελάου τοῦ Δαμοσθένεος μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀριστίων Ἐχεκρατίδα Δελφὸς τῶι |
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Δορκάς, τιμᾶς ἀργυρίου μνᾶν δυῶν. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἀνδρόνικος | |
φρικίδα Δελφός. παραμεινάτω δὲ Δορκὰς παρὰ Ἀριστίωνα ἄχρι κα ζώη Ἀριστίων ποέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν | |
εὐνόως. εἰ δέ τί κα πάθη Ἀριστίων, ἐλευθέρα ἔστω Δορκὰς καὶ ἀνέφαπτος ἀπὸ πάντων κυριεύουσα αὐσωτᾶς, καθὼς ἐπίστευσε | |
5 | τῶι θεῶι τὰν ὠνάν. μάρτυροι· τοὶ ἱ<ε>ρεῖς τοῦ Ἀπόλλωνος Ἄθανβος, Ἀμύντας και οἱ ἄρχοντες Ξένων, — — — Βούλων, Μελισσίων. |